ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΠΑΝΥ ΚΑΤΑΝΥΚΤΙΚΗ ΚΑΙ ΙΚΕΤΗΡΙΟΣ
ΜΟΝΑΔΙΚΗ ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΤΗΝ ΣΩΤΗΡΙΑ ΜΑΣ ΕΝ ΤΗ ΩΡΑ ΤΗΣ ΚΡΙΣΕΩΣ!
Του Αγίου Ιωάννου του Δαμασκηνού*,
Ο ουν καθ’ εσπέραν λέγων αυτήν μετά κατανύξεως, ει επέλθει επ’ αυτόν η φοβερά ώρα του θανάτου εν τη νυκτί ταύτη, λυτρούται της κολάσεως, ελέει Θεού.
* Άλλοι δε φασι ποίημα ταύτην είναι Αναστασίου του Σιναίτου.
___
Εὔσπλαγχνε καὶ πολυέλεε Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλούς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ, ἐλέησόν με πρὸ τῆς ἐμῆς τελευτῆς.
Οἶδα γὰρ ὅτι φρικτὸν καὶ φοβερὸν ἀναμένει με δικαστήριον ἐνώπιον πάσης τῆς κτίσεως, ὅτε καὶ τῶν ἐναγῶν καὶ παμβεβήλων μου πράξεων ἁπασῶν φανέρωσις γίνεται· ἀσύγγνωστα γὰρ ὡς ἀληθῶς καὶ ἀνάξια ὑπάρχουσι συγχωρήσεως, ὡς ὑπερβαίνοντα τῷ πλήθει ψάμμον θαλάσσιον.
Διὰ τοῦτο καὶ οὐ τολμῶ τὴν αἴτησιν τῆς ἀφέσεως τούτων ποιήσασθαι, Δέσποτα, ὅτι πλεῖον πάντων ἀνθρώπων εἰς σέ ἐπλημμέλησα.